Add parallel Print Page Options

15 τίς δὲ συμφώνησις [a]Χριστοῦ πρὸς Βελιάρ, ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; 16 τίς δὲ συγκατάθεσις ναῷ θεοῦ μετὰ εἰδώλων; [b]ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν ζῶντος· καθὼς εἶπεν ὁ θεὸς ὅτι Ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω, καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί [c]μου λαός. 17 διὸ ἐξέλθατε ἐκ μέσου αὐτῶν, καὶ ἀφορίσθητε, λέγει κύριος, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε· κἀγὼ εἰσδέξομαι ὑμᾶς·

Read full chapter

Footnotes

  1. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:15 Χριστοῦ WH Treg NIV ] Χριστῷ RP
  2. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 ἡμεῖς γὰρ ναὸς θεοῦ ἐσμεν WH Treg NIV] Ὑμεῖς γὰρ ναὸς θεοῦ ἐστε RP
  3. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Β΄ 6:16 μου WH Treg NIV ] μοι RP